TLG 1445 001 :: ILIU PERSIS :: Iliu persis (fragmenta)

ILIU PERSIS Epic., fort. auctore Arctino Milesio vel Lesche Mytilenensi
(8/6 B.C.)

Iliu persis (fragmenta)

Source: Bernabé, A. (ed.), Poetarum epicorum Graecorum testimonia et fragmenta, pt. 1. Leipzig: Teubner, 1987: 89, 91–92.

frr. 3–7

Citation: Fragment — (line)

t

ΙΛΙΟΥ ΠΕΡΣΙΣ89

3

Πόρκις καὶ Χαρίβοια

4

αὐτὸς γάρ σφιν ἔδωκε πατὴρ 〈κλυτὸσ〉 Ἐννοσίγαιος ἀμφοτέροις, ἕτερον δ’ ἑτέρου κυδίον’ ἔθηκε·
τῶι μὲν κουφοτέρας χεῖρας πόρεν ἔκ τε βέλεμνα σαρκὸς ἑλεῖν τμῆξαί τε καὶ ἕλκεα πάντ’ ἀκέσασθαι,91
5τῶι δ’ ἀκριβέα πάντ’ ἄρ’ ἐνὶ στήθεσσιν ἔθηκεν ἄσκοπά τε γνῶναι καὶ ἀναλθέα ἰήσασθαι· ὅς ῥα καὶ Αἴαντος πρῶτος μάθε χωομένοιο ὄμματά τ’ ἀστράπτοντα βαρυνόμενόν τε νόημα.

6

Θησείδαις δ’ ἔπορεν δῶρα κρείων Ἀγαμέμνων ἠδὲ Μενεσθῆϊ μεγαλήτορι ποιμένι λαῶν.

7

{ὁ} Ἴαμβος ἐξ ὀλίγου διαβὰς προφόρωι ποδί, ὄφρ’, ὅθι γυῖα
τεινόμενα ῥώοιτο, καὶ εὐσθενὲς ἦδος ἔχηισι.92